Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
καὶ ὁ Θέων ὑπολαβών οὐδέν ἔφη λέγεις· Ἀριστοτέλης[*](Ἀριστοτέλης] p. 932, 25b) γὰρ ἐν ταὐτῷ[*](ταὐτῷ *: τῷ αὐτῷ) βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσι[*](γλυκέσι] γλυκείων mei) χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι.λέγει γάρεἶπον· ἀλλʼ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ σμερδαλέος[*](Hom. ζ 137) ὀφθῆναι[*](ὀφθῆναι] αὐτῇσι φάνη idem), κεκακωμένος ἅλμῃ, καὶ πρὸς τὰς θεραπαινίδας φησὶν
καταβὰς δʼ εἰς τὸν ποταμὸν
ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον,[*](id. ζ 226) ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος. ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησε· τὸ δʼ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ[*](αὐτὸν R) ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν.