Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
Λαμπρίας δʼ ὁ ἀδελφὸς[*](ἀδελφὸς S: 5 Vd 7 E) τὴν Ἱερωνύμου ---[*](ib. lac. 5-6 Vd 10 E. μόνον S. Malim δόξαν καὶ οὐκ ἀνεγνωκὼς ὅμως ἔτυχε διʼ εὐφυϊαν ἐμπεσών cett.) οὐκ ἀνέγνωκεν ---[*](lac. 7 Vd E. Post ἐμπεσὼν unus Vd dat 2-3 lac., quae propter proximam marg. nulla esse vid.) εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι[*](εἴδεσι S: 4 Vd 6 E) πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ· διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δʼ εἰς
τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθʼ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν· ἂν δʼ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδʼ ἄκρατον ὀδώδασιν. αἴτιον δʼ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην· ἂν δʼ ἄπωθεν, τὰ μὲν[*](ἄπωθεν τὰ μὲν] ἀπὸ μὲν mei) θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δʼ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ[*](αὐτῶν i.e. τῶν ἀνθῶν Benselerus) ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.ἡμεῖς δὲ τὴν Πλατωνικὴν[*](Πλατωνικὴν] Tim. p. 45c sqq) φυλάττοντες ἀρχὴν ἐλέγομεν[*](em. W: λέγομεν) ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται[*](*: ἀνακιρνᾶται) τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθʼ ἓν ἐξ ἀμφοῖν σῶμα διʼ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δʼ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ[*](τε λόγῳ R: λόγῳ τε) καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλʼ ἀπʼ ἀμφοῖν ἔς τι[*](ἔς τι X: ἔστι) μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶν[*](τούτων mei) παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτʼ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐ γίγνεται[*](οὐ γίγνεται] ἐγγίνεται iidem)
κρᾶσις πρὸς αὐτὸ τῷ[*](αὐτὼ τῷ] 6-7 Vd 8 E τὸ) ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις[*](σύγκρισις] σύγχυσις M. σύγκλυσις?), ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδʼ ἄκρατον ἀλλʼ ὁμοιοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπʼ[*](ἀπʼ R) ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν[*](δυναμένης - αὐγῆς (pro ἀρχῆς) M) διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.Θέων ὁ γραμματικός, ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ[*](Μεστρίῳ R (coll. Suet. Vesp. 22. Vit. Oth. c. 14): μετρίῳ) Φλώρῳ, πρὸς Θεμιστοκλέα τὸν Στωικὸν διηπόρησε, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν
παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους[*](πλόκους Herwerdenus) ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας· οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. ὁ δὲ Θεμιστοκλῆς εἰπὼν, ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ[*](τῷ] τὸ mei) παρὰ τὸ εἰκός, ἐπιστρέφων σοὶ δʼ ἔφη βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου[*](ἀποσκηνοῦ editores recentiores male) τῶν ἰδίων, ἀλλʼ εἰπὲ διʼ ἣν αἰτίαν Ὅμηρος[*](Ὅμηρος] ζ 59) ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι.