Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδʼ ἀληθὲς λέγοντες. καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) συμβέβηκε. δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς
ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ[*](σφοδραὶ R: σφόδρα) προσπέσωσιν αἰτία δʼ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἣ τʼ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς· κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον. ἡ δʼ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής· τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον[*](καὶ σφοδρῶν ἥδιον - - ὁμοιότατον Ex. Turnebi: 7 Vd 9 E ἥδιον ἡ δὲ ἁφὴ (ἀφῆ Vd) 4 Vd nulla E τὰ ἕλκη δυσπα 9-10 Vd E τραύματα γὰρ 7-8 Vd 6 E λαμβάνοντες 5 Vd 15 E ἂ πονοῦσιν ἐ 6-7 Vd 10 E τατον) δὲ γίγνεται τὸ[*](τὸ*) τῆς[*](τῆς R: καὶ τῆς) ἀκοῆς· οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον.ταῦτα δʼ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων[*](ita scripsi: εὐρεσιλογούντων), ἐδόκει τὸ τῆς ὄψεως ς ἀντιπίπτειν. οἱ
γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγιγνώσκουσιν, ἐγγύθεν δʼ οὐ δύνανται· καὶ τοῦτο παραδηλῶν ὁ Αἰσχύλος[*](Αἰσχύλος] Nauck. p. 107 quem miror cur lacunas sibi notas non enotaverit) φησὶνἐνδηλότερον δὲ[*](δὲ] δʼ ὁ?) Σοφοκλῆς[*](em. R: ἐνδηλότερον Σοφοκλῆς] cf. Nauck. p. 312) ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ) περὶ τῶν γερόντων·
εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ[*](τὰ M) τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγιγνώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ παράγοντες[*](malim ἀλλʼ ἀπάγοντες) ἀπωτέρω τὸ βιβλίον ιο ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην;