Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δʼ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν[*](τῶν] om. mei) καθʼ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθʼ

ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳ[*](malim κρυπτομένῳ aut κρυπτόμενον) ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδί[*](παιδί] del. Emperius)· καὶ ἀνδρὸς[*](μένειν - ἀνδρὸς Exemplum Turnebi: 4-5 Vd ειν αὐτῷ παι 4 Vd ἀνδρὸς Pro μένειν malim διαμένειν) ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσε[*](ἀπέπεσε W. παρέπεσε Emperius) καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένης[*](ὑπερκρεμαμένης R) διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.