Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις[*](χεῖρον ἀν τις] χειρόμαντις mei) ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφʼ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· καὶ γὰρ ἔναγχος ἔφη τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν ---[*](lac. 3 Vd 2 P τούτων τῶν παθημάτων an τῶν παθῶν τούτων?) αὐτῶν παρατρέποντος[*](παρατρέποντος X: παρατρε lac. 4 Vd 7 E) ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος[*](καὶ παρεγκλίνοντος *: lac. 4 Vd 7 E ἐγκλίναντος) τὴν φωνήν. αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι· διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι[*](τὸ σῶμα συνεπαίρουσι R) καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται[*](δύνανται *: δύνωνται)·

  1. μανίαι τʼ ἀλαλαὶ[*](ἀλαλαὶ] ἄλλαι mei) τʼ ὀρινομένων
  2. [*](Bergk. 1 p. 450)
  3. ῥιψαύχενι[*](Turnebus ἐριαύχενι) σὺν κλόνῳ[*](συγκλόνῳ mei)
κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι[*](κινούμενοι W) τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι[*](φθέγγονται idem) μέτρα[*](μέτρα Hirschigius: μέγα) καὶ μέλη προΐενται. μάλιστα δʼ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν
αἵ τε βακχεῖαι[*](βάκχαι M) ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως[*](ἐν μέτρῳ Hirschigius) παρέχεται[*](παρέπεται W) τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπʼ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὒτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· ἀλλʼ ὥσπερ τὴν Σοφοκλέους[*](τὸν Σοφοκλέα mei; cf. Soph. OR 4) πόλιν ἰδεῖν ἔστιν[*](ἰδεῖν ἔστιν] om. iidem) ἀνδρὸς ἐρωτικοῦ ψυχὴν ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ[*](αὑτῷ *: αὐτῷ) καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τʼ ἄλλα φιλόφωνός[*](φιλόφωνος *: φιλόπονος cf. p. 967 b: τὸ φιλόφωνον καὶ λάλον) ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.