Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν[*](lac. 6 dant Vd P (=Palatinus) Fort. suppl. παλαιὸν)
ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλʼ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ἐπεὶ τοίνυν ἔφην ἐγὼ δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται[*](χρήσεται M: χρῆσθαι) τοῖς κατὰ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον αὐτοῖς[*](αὐτοῖς] ἐ lac. 4 Vd αὐτοῖς) ἐπιτρέπω.[*](ἐπιτρέπω M: ἐπιτρέπων)