Quaestiones Convivales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ἐκ[*](ἐκ R) τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι[*](ἄλλαι mei) γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος ἐφʼ οὗ κατακλίνεται βασιλεύς, Ἕλλησι δʼ ὁ πρῶτος, Ῥωμαίοις δʼ ὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσι· τῶν δὲ περὶ τὸν Πόντον Ἑλλήνων ἐνίοις [*](ἐνίοις Basileensis: ἐν οἶς ), ὥσπερ Ἡρακλεώταις, ἔμπαλιν ὁ τῆς μέσης πρῶτος. ἀλλὰ περὶ τοῦ γʼ ὑπατικοῦ λεγομένου μάλιστα διηποροῦμεν. οὗτος γὰρ ἐπρώτευε τῇ τιμῇ καθʼ ἡμᾶς καὶ τὴν αἰτίαν οὔθʼ ὡς ὁ πρῶτος οὔθʼ ὡς ὁ μέσος εἶχε νενομισμένην ἔτι καὶ
τῶν συμβεβηκότων αὐτῷ τὰ μὲν οὐκ ἦν ἴδια τούτου μόνου, τὰ δʼ οὐδεμιᾶς ἄξια σπουδῆς ἐφαίνετο. πλὴν τρία γε τῶν λεχθέντων ἐκίνει, πρῶτον μὲν ὅτι τοὺς βασιλεῖς καταλύσαντες οἱ ὕπατοι καὶ πρὸς τὸ δημοτικώτερον ἅπαντα μετακοσμήσαντες ἐκ τῆς μέσης καὶ βασιλικῆς χώρας ὑπῆγον αὑτοὺς κάτω συγχωροῦντες, ὡς μηδὲ τοῦτο τῆς ἀρχῆς αὐτῶν καὶ ἐξουσίας ἐπαχθὲς εἴη τοῖς συνοῦσι· δεύτερον δʼ ὅτι, τῶν δυεῖν κλινῶν ἀποδεδομένων τοῖς παρακεκλημένοις, ἡ τρίτη καὶ ταύτης ὁ πρῶτος τόπος μάλιστα τοῦ ἑστιῶντός ἐστιν ἐνταῦθα γὰρ ὥσπερ ἡνίοχος ἢ κυβερνήτης ἐπὶ δεξιὰ[*](ἐπιδέχια R. ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερὰ Emperius) πρὸς τὴν ἐπίβλεψιν ἐξικνεῖται τῆς ὑπηρεσίας, καὶ τοῦ φιλοφρονεῖσθαι καὶ διαλέγεσθαι τοῖς παροῦσιν οὐκ ἀπήρτηται τῶν συνέγγιστα τόπων· ὁ μὲν γὰρ ὑπʼ αὐτὸν[*](τῶν δὲ συνέγγιστα τόπων ὁ μὲν ὑπʼ αὐτὸν cett. Vulcobius) ἢ γυναικὸς ἢ παίδων ἐστίν, ὁ δʼ ὑπὲρ αὐτὸν εἰκότως τῷ μάλιστα τιμωμένῳ τῶν κεκλημένων ἀπεδόθη, ἵνʼ ἐγγὺς τοῦ ἑστιῶντος. τρίτον δʼ ἔχειν ἴδιον οὗτος ὁ τόπος ἐδόκει τὸ πρὸς τὴν πρᾶξιν εὐφυές· οὐ γάρ ἐστιν ὁ τῶν Ῥωμαίων ὕπατος οἷος Ἀρχίας ὁ Θηβαίων πολέμαρχος, ὥστε, γραμμάτων ἢ λόγων αὐτῷ μεταξὺ δειπνοῦντι φροντίδος ἀξίων προσπεσόντων, ἐπιφθεγξάμενος εἰς ἕω τὰ σπουδαῖα τὴν μὲν ἐπιστολὴν παρῶσαι λαβεῖν δὲ τὴν θηρίκλειον· ἀλλὰ μάλʼ ἐμμεμαὼς καὶ περιεσκεμμένος ἐν τοῖς τοιούτοις καιροῖς. οὐ γὰρ μόνον ὠδῖνα τίκτει νὺξ[*](νὺξ κυβερνήτη X: κυβ lac. 8 Vd 6 E) κυβερνήτῃ σοφῷ κατὰ τὸν Αἰσχύλον[*](τὸν αἰσχύλον Cobetus: τὸ lac. 8 Vd 18 E. cf. Aesch. Suppl. 770), ἀλλὰ καὶ πότου πᾶσα καὶ ἀνέσεως ἡδονὴ στρατηγῷ[*](ἀνέσεως ἡδονὴ στρατηγῷ S 'ex vetere codice': ἀνε lac. 9 Vd 12 E γῷ (γωι VD)) καὶ ἄρχοντι φροντίδος ἄξιόν ἐστιν· ἵνα τοίνυν[*](τοίνυν *: lac. 5 Vd 9 E) ἀκοῦσαὶ θʼ ἃ δεῖ καὶ προστάξαι καὶ ὑπογράψαι δύνηται, τοῦτον ἐξαίρετον ἔχει τὸν τόπον· ἐν ᾧ τῆς δευτέρας κλίνης τῇ τρίτῃ[*](τρίτῃ M: πρώτῃ ) συναπτούσης, ἡ γωνία διάλειμμα ποιοῦσα τῇ καμπῇ δίδωσι καὶ γραμματεῖ καὶ ὑπηρέτῃ καὶ φύλακι σώματος; καὶ ἀγγέλῳ τῶν ἀπὸ στρατοπέδου προσελθεῖν, διαλεχθῆναι, πυθέσθαι, μήτε τινὸς ἐνοχλοῦντος αὐτῷ μήτε τινὸς ἐνοχλουμένου τῶν συμποτῶν, ἀλλὰ καὶ χεῖρα καὶ φωνὴν ὑπερδέξιον ἔχοντι καὶ ἀκώλυτον.Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν[*](lac. 6 dant Vd P (=Palatinus) Fort. suppl. παλαιὸν)
ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλʼ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ἐπεὶ τοίνυν ἔφην ἐγὼ δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται[*](χρήσεται M: χρῆσθαι) τοῖς κατὰ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον αὐτοῖς[*](αὐτοῖς] ἐ lac. 4 Vd αὐτοῖς) ἐπιτρέπω.[*](ἐπιτρέπω M: ἐπιτρέπων)