Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη[*](Νεάνθη] cf. Mueller. 3 p. 10) τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ

γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν αὐτῆς[*](αὐτῆς X: 5 Vd 8 E) χορὸν ἔσχατον· εἰ[*](εἰ *: lac. 3 Vd 5 P) μὲν οὖν ἔφη πρὸς ἀπόδειξιν[*](πρὸς ἀπόδειξιν Doehnerbus: προ 8 Vd 7 E ξιν) ἱστορίας ὁ ἀνα[*](lac. 8-9 Vd 4 E. Fort. ὁ ἀναφέρων (aut ὁ ἀναγράψας cum Muellero) ἱκανός, ἐῶ· εἰ δὲ cett) εἰ δὲ τοῦτὸ γʼ οὐ νοθεύει[*](γʼ οὐ νοθεύει *: γοῦν νοθεύει), προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον;οὐδέν ἔφη δεινόν ὁ Φιλόπαππος εἰ ταὐτὸ πεισόμεθα Δημοκρίτῳ τῷ[*](τῷ] om. mei) σοφῷ διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται, τὴν αἰτίαν ἔφη δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής·κατάκεισο δή τὸ γύναιον εἶπε μειδιῶν, ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον· ὁ δʼ ὥσπερ ἀχθεσθεὶς ἀπέκναισας εἶπε καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῷ λόγῳ καὶ ζητήσω τὴν αἰτίαν, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος. οὐκοῦν μηδʼ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησώμεθα[*](ποιησώμεθα *: ποιησόμεθα) πρόφασιν ἐγγυμνάσασθαι γάρ, εἰ μηδὲν ἄλλο χρήσιμον, ὁ λόγος παρέξει.