De Genio Socratis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

καὶ ὁ Θεόκριτος πρότερόν γʼ ἔφη τοὺς εἰσιόντας οἵτινές[*](οἵτινες] εἴ τινες BE) εἰσιν ἀποσκεψαμένοις, μᾶλλον δὲ

τὸν ξένον ὃν[*](ὃν *) ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν., ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας, ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ συνεστώτων[*](συνεστώτων] σὺν αὐτῷ τῶν R. τῶν συνεστώτων W) φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον δὲ τὸν ξένον, οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ παρὰ τὸν Σιμμίαν τοῦ δʼ ἀδελφοῦ παρʼ ἐμὲ τῶν δʼ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ γενομένης σιωπῆς, ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας εἶεν εἶπεν ὦ Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης. καὶ ὁ Ἐπαμεινώνδας Θεάνωρ εἶπεν ὦ Σιμμία, ὄνομα μὲν τἀνδρί,[*](τἀνδρί *: τῷ ἀνδρί) γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν. ὑπολαβὼν δʼ ὁ ξένος οὐκοῦν ἔφη σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν· ὁ δὲ μὴ δεξάμενος ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ
χάριτος ἐφιέμενον; ἀλλʼ ἐπεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται διʼ αὑτόν, ἐνταυθοῖ δ̓ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφʼ ὧν ἔπλευσα δεῦρο· βούλομαι δὲ καὶ τούτοις [*](τούτοις Turnebus: τούτους) διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι[*](ἑταιρεῖαι *: ἑταιρίαι) τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δʼ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ διέφθειραν ἐν ταὐτῷ[*](ταὐτῷ W: τούτῳ) πάντας πλὴν Φιλολάου καὶ Λύσιδος, νέων ὄντων ἔτι ῥώμῃ[*](ῥῴμῃ] καὶ ῥώμῃ) στεγμαννυς. νιηιλ οπυσκαὶ κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων Λῦσις δʼ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον· πλήν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε δʼ ὁ Ἄρκεσος πόθῳ τἀνδρὸς[*](τἀνδρὸς * hic et paulo post: τοῦ ἀνδρὸς) αὐτὸς ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δʼ ἐν μέσῳ πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους τὸν ἆθλον. ἐπεὶ δʼ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς
προϋπέφαινε[*](προύφαινε Cobetus) τὴν τελευτήν, καὶ τὰς παρʼ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τἀνδρὸς οἱ σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν[*](πολλὴν] πολλὴν δὲ R) χάριν καὶ φιλίαν ἀντιλαμβανόντων. Λῦσις δὲ καὶ κεῖται[*](καὶ κεῖται] κεκήδευται Cobetus) καλῶς ὑφʼ ὑμῶν, καὶ τάφου καλοῦ κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων.

ταῦτα τοῦ ξένου λέγοντος, ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν χρόνον, ὁ δʼ ἀδελφὸς ὑπομειδιῶν, ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ἔφη ποιοῦμεν, ὦ Καφεισία; προϊέμεθα[*](ποιῶμεν - προϊώμεθα Cobetus) τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν; ἥκιστʼ ἔφην ἐγώ τὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον · ἀλλʼ ἄμυνε σὸς γὰρ ὁ λόγος.[*](Hom. ι 27) καὶ μὴν ἐγώ εἶπεν ὦ πάτερ, ταύτῃ μόνον[*](μόνον Holwerda: μόνῃ) τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς; τροφῆς ἵνʼ ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δʼ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδʼ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν

χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δʼ, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν, εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον ἄπαγʼ · εἶπεν ὁ πατήρ ὦ παῖ· μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν. τοῦ βίου ἡμῶν[*](ἡμῶν] deleverim) καὶ μὴν οὐδʼ ἀργόν ἔφη καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἴη. τί μήν;[*](εἴη. τί μήν; R: ἐπὶ τί μήν;) εἶπεν ὁ πατήρ. οὐκοῦν ἔφη ὁ Ἐπαμεινώνδας Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν, ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου πόλεως ἐπείρα διὰ χρημάτων. σοῦ δʼ, ὦ ξένε, τὴν μὲν προθυμίαν ʽ καλὴ γὰρ καὶ φιλόσοφοσʼ δέχομαι καὶ ἀγαπῶ διαφερόντως· ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας ὅπλοις καὶ βέλεσιν ἡμᾶς ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις· οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπʼ αὐτῆς, ἡ δʼ ἐστὶ ῥᾴστη φέρειν
ἡμῖν καὶ φίλη σύνοικος. οὔκουν δεῖ χρημάτων οὐδʼ ὅπλων ἐπʼ αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλʼ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τʼ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν.