De Alexandri magni fortuna aut virtute
Plutarch
Plutarch. Moralia, Vol. 4. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
τίνες οὖν ἦσαν αἱ ἐλπίδες ἐφʼ αἷς διέβαινεν εἰς Ἀσίαν Ἀλέξανδρος; οὐ τείχεσι πόλεων μυριάνδρων ἐκμετρουμένη δύναμις οὐδὲ στόλοι διʼ ὀρῶν πλέοντες, οὐδὲ μάστιγες οὐδὲ πέδαι, μανικὰ καὶ βάρβαρα κολαστήρια θαλάττης, ἀλλὰ τὰ μὲν
ἐκτὸς ἐν ὀλίγοις ὅπλοις φιλοτιμία πολλὴ καὶ ζῆλος ἡλικίας παραλλήλου καὶ ἅμιλλα περὶ δόξης καὶ ἀρετῆς ἑταίρων· αὐτὸς δʼ εἶχεν ἐν ἑαυτῷ τὰς μεγάλας ἐλπίδας· εὐσέβειαν περὶ θεούς, πίστιν πρὸς φίλους, εὐτέλειαν, ἐγκράτειαν, ἐμπειρίαν, ἀφοβίαν πρὸς θάνατον, εὐψυχίαν, φιλανθρωπίαν, ὁμιλίαν εὐάρμοστον, ἀψευδὲς ἦθος, εὐστάθειαν ἐν βουλαῖς, τάχος ἐν πράξεσιν, πρῶτα δόξης, προαίρεσιν ἐν τῷ καλῷ καλῷ τελεσιουργόν. Ὅμηρος μὲν ʼγὰρ οὐ πρεπόντως οὐδὲ πιθανῶς τὸ Ἀγαμέμνονος κάλλος ἐκ τριῶν συνήρμοσεν εἰκόνων ὁμοιώσας,τὴν δʼ Ἀλεξάνδρου φύσιν, εἴπερ ἐκ πολλῶν συνήρμοσε καὶ συνέθηκεν ἀρετῶν ὁ γεννήσας θεός, ἆρʼ οὐκ ἂν εἴποιμεν ἔχειν φρόνημα μὲν τὸ Κύρου, σωφροσύνην δὲ τὴν Ἀγησιλάου, σύνεσιν δὲ τὴν Θεμιστοκλέους, ἐμπειρίαν δὲ τὴν Φιλίππου, τόλμαν δὲ τὴν Βρασίδου, δεινότητα δὲ καὶ πολιτείαν τὴν Περικλέους; τῶν δʼ ἔτι παλαιοτέρων σωφρονέστερος μὲν Ἀγαμέμνονος· ὁ μὲν γὰρ προέκρινε τῆς γαμετῆς τὴν αἰχμάλωτον, ὁ δὲ καὶ πρὶν ἢ γῆμαι τῶν ἁλισκομένων ἀπείχετο. μεγαλοψυχότερος δʼ Ἀχιλλέως· ὁ μὲν γὰρ χρημάτων ὀλίγων τὸν Ἕκτορος νεκρὸν ἀπελύτρωσεν, ὁ δὲ πολλοῖς χρήμασι Δαρεῖον ἔθαψε· καὶ ὁ μὲν παρὰ τῶν φίλων δῶρα καὶ μισθὸν ἀντὶ τῆς ὀργῆς διαλλαγεὶς ἔλαβεν, ὁ δὲ τοὺς πολεμίους κρατῶν ἐπλούτιζεν. εὐσεβέστερος δὲ Διομήδους· ὁ μὲν γὰρ θεοῖς μάχεσθαι ἦν ἕτοιμος, ὁ δὲ πάντα τοὺς θεοὺς ἐνόμιζε κατορθοῦν. ποθεινότερος δὲ τοῖς προσήκουσιν Ὀδυσσέως· ἐκείνου μὲν γὰρ ἡ τεκοῦσα διὰ λύπην ἀπέθανε, τούτῳ δʼ ἡ τοῦ πολεμίου μήτηρ ὑπʼ εὐνοίας συναπέθανε.
- ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
- Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.