Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, ποῦ,[*](ποῦ] ποῖ Stobaeus, Florilegium, cviii. 83.) φησίν, ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι; ἀνασυραμένη καὶ ἐπιδείξασα[*](ἐπιδείξασα] δείξασαibid.) αὐτοῖς.

προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο, τί πράττει ἡ πατρίς; εἰπόντος δέ, πάντες ἀπολώλασι, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα, σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;