Lacaenarum Apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε, κακά τευ[*](τευ Valckenaer as in no. 3 supra (241 a) and Stobaeus, Florilegium, cviii. 83: τοι.) φάμα κακκέχυται· ταύταν ἀπώθευ[*](ἀπώθευ Hatzidakis (cf. Cicero, Ad Atticum, xiv. 22): ἀπόθευ.) ἢ μὴ ἔσο.
παραπλησίως δὲ καὶ Χίων φυγάδες ἐλθόντες εἰς Σπάρτην πολλὰ Παιδαρήτου[*](Παιδαρήτου, -τῳ] Πεδαρίτου, -τῳ is perhaps the correct spelling; cf. Thucydides, viii. 28.) κατηγόρουν μεταπεμφαμένη δὲ αὐτοὺς ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐνεκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱός, ἐπέστειλεν, ἁ μάτηρ Παιδαρήτῳ[*](Παιδαρήτου, -τῳ] Πεδαρίτου, -τῳ is perhaps the correct spelling; cf. Thucydides, viii. 28.)· ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρταν σωτηρίαν.
ἑτέρα ἐπʼ ἀδικήματι τῷ παιδὶ κρινομένῳ, τέκνον, εἶπεν, ἢ τᾶς αἰτίας ἢ σεαυτὸν τοῦ ζῆν ἀπόλυσον.
ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, τέκνον, εἶπε, κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο.
ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρατάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, ἐὰν τῆς ἀρετῆς, εἶπε, μέμνῃ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ καὶ θαρρήσεις.
Λάκων τρωθεὶς ἐν πολέμῳ καὶ βαδίζειν μὴ δυνάμενος, τετραποδιστὶ ὥδευεν. αἰσχυνομένῳ δʼ αὐτῷ εἶναι[*](εἶναι F.C.B., ἐπὶ τῷ Wyttenbach: ἐν.) γελοίῳ ἡ μήτηρ, καὶ πόσῳ βέλτιον, ὦ τέκνον, εἶπε, μᾶλλον ἐπὶ τῇ ἀνδρείᾳ γεγηθέναι ἢ αἰσχύνεσθαι ἐπὶ γέλωτι ἀνοήτῳ;ν