Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν μὴ καὶ ἐσθίειν εἶπε βιάζονται;
Πινδάρου γράψαντος Ἑλλάδος ἔρεισμα Ἀθῆναι, Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.
ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας
ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν ἀνδρεῖοί γʼ Ἀθηναῖοι, Λάκων ὑποτυχών ἐν τῷ πίνακι εἶπε.πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε παῦσαι κατʼ ἐμοῦ τὰ ὦτα χορηγῶν.
πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα ἄκων ἥμαρτον εἶπέ τις ἄκων τοίνυν καὶ κολάζου.
ἰδών τις ἐν ἀποχωρήσει θακέοντας [*](θακέοντας] θακεύοντας Vit. Lyc. c. 20) ἐπὶ δίφρων ἀνθρώπους μὴ γένοιτο εἶπεν ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.
Χίων ποτὲ κατʼ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν· ὡς δὲ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.
ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, μὴ σπάνιοι ἔφη οἱ λίθοι;
τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπε φωνὰ τὺ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.
ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ ἀρνησαμένου δέ, τί οὖν ἔφη μέγα ποιεῖς;
ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν ἔφη οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν· ὁ δὲ οὐ μόνον ἄρα ἔφη δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.