Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

προφερομένου [*](προφερομένου W: προσφερομένου ) δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δὲ ἐπιτελεσθῆναι, προσδέονταί σου ὦ ξένε ἔφη οἱ λόγοι δυνάμεως; καὶ χρημάτων.

λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ἱκανὴ ἡμῖν ἔφη ὦ ξένε ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή.

πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο ἔφη ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δὲ σιωπῶν; [*](δὲ σιωπῶν W: δʼ ἐσιώπων )

πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον· εἰπόντος; δʼ ἐκείνου τί τοῦτο; μόνος ἥκεις; ἔφη καὶ γὰρ πρὸς ἕνα.

φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα

ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἢδη γίνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς; ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρʼ αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ ὄντι τοῦτο εἰρηκέναι· ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλʼ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.

ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, θανάτου καταφρονῶν ἔφη.

Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν ἔφη οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.

πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης ὁ σοὶ [*](σοὶ] σοὶ ἔφη?) ἀνομοιότατος;.

Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης , ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, παῦσαι εἶπεν ὦ ἄνθρωπε ἐπʼ ἐμοὶ κλαίειν· [*](κλαίειν] κλαίων Vit. Agid. c. 20) καὶ γὰρ οὕτω

παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείσσων εἰμὶ τῶν ἀναιρούντων. καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως

Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν, μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ [*](δὲ scrib. vid. δʼ ἐν ) δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἠδύνασθε, τούτοις πειράσομαι ἢ [*](ἢ] μᾶλλον ἢ?) ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε ἃ δὲ λέγετε παραιτήσομαι.

Ἀλκαμένης; ὁ Τηλέκλου, [*](Τηλέκλου X: τηλέκρου ) πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, εἰ περὶ πλείονος ἔφη τὸ κέρδος μὴ ποιοῖτο.