Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων ἔφη, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;
ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρʼ ἀνθρώποις εἰ λέγοι εἶπε τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα,
τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.
ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς; παῖδας, ταῦτʼ εἶπεν οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.
δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, καὶ τὴν οἰκίαν ἔφη εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;
ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης ἣν ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ
ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν· ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.φιλοτεκνότατος δʼ ὢν διαφερόντως, [*](φιλοτεκνότατος δʼ ὢν διαφερόντως] aut corrigendum φιλότεκνοι aut cum uno codice delendum διαφερόντως ) λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς; ὥσπερ ἵππον οἴκοι συνέπαιζεν· ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γένηται.
συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς; ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν ὅπως πολεμεῖν μὴ μανθάνωσιν.
ἐπεὶ δὲ ἢκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμοίοις πολλοὺς ἀκολουθοῦντας, [*](πολλοὺς ἀκολουθοῦντας M: πολλοὶ ἀκολουθοῦντες ) ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας.
τοὺς συμμάχους καθίσαι μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν εἶτα ἐκήρυττε τοὺς; κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς; τέχνην ἐργάζεσθαι καὶ [*](καὶ *) μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος ὁρᾶτε εἶπεν ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς;ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου αἰτίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προσελθὼν εἰς τὸ δημόσιον νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων εἶπε, τοῖς γὰρ οὖσιν οὔτʼ ἂν προσθείην τι οὔτʼ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι· τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.