Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῶν δὲ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προσέγραψεν ἐμοῦ μηδεμία εἰκὼν ἔστω μηδὲ [*](malim μήτε ter) γραπτὴ μηδὲ πλαστὴ μηδὲ κατασκευαστή.

θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρʼ αὐτοῖς φύεται ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, τί οὖν; εἶπεν εἰ τετράγωνα ἦν, στρογγύλα [*](στρογγύλʼ ἂν?) ἐτελεῖτε.

ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς

Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπεν ἄχρις οὗ τοῦτο φθάνῃ.

ἄλλου δὲ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους ταῦτά ἐστιν εἶπε τὰ Λακεδαιμονίων τείχη.

ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις ἔφη ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.

τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.

ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.

ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.

θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα, οὐκ αἰσθάνῃ ἔφη ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει;