Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τρεψάμενος δὲ περὶ [*](παρὰ?) Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.
Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς· ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς
ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν· ὡς δʼ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος· τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος, τρέσας τὸ τοῦ καλοῦ φίλημα, τοῦ μὴ ἐντὸς φιλήματος [*](φίλημα, τοῦ μὴ ἐντὸς φιλήματος *: φιλήματος ) ἐλθεῖν, καὶ εἰ [*](εἰ*) μὴ ἀποδειλιάσει, ἥξειν ἐκεῖνον· χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας οὐδέν ἔφη δεῖν πείθειν ἐκεῖνον ἡμᾶς· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν· ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον πρὸς αὐτούς. [*](πρὸς αὐτούς delevit Huttenus) φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων. πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.
ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν τῶν τοιοῦτος ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.
δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλʼ
ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε.διετέλει δὲ λέγων τὸν ἄρχοντα οὐ [*](οὐ *: προσήκειν οὐ ) μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δεῖν τῶν ἰδιωτῶν περιεῖναι.
πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, καταφρονεῖν ἔφη τῶν ἡδονῶν.
πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων ἀντὶ ταύτης ἔφη τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα. [*](ἀμώμεθα] μώμεθα Valckenarius)
ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου [*](τούτου] τούτου οὐ?) γένηται, ἀλλʼ ἐγώ εἶπεν ἐμαυτὸν ἐθίζω λέγων [*](λέγων delevit W) ὥστʼ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.
καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον διότι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ἵνα φησὶν οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.
Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματὰ τε καὶ πόματα [*](πόματα] πέμματα (καὶ μύρα)?) πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα
δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδίδοσθαι. [*](διαδίδοσθαι *: διαδιδοῦσθαι ) πυθομένων δὲ τὴν αἰτίαν, ἔφη τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.πάλιν δὲ τῶν Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπʼ αὐτοῦ εὐεργετῆσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι [*](ἀποθεώσει Herwerdenus) τιμησάντων καὶ περὶ τούτου [*](περὶ τούτου deleverim) πρεσβείαν ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους δύναται· φαμένων δέ, ἄγετʼ ἔφη ποιήσατε πρώτους ἑαυτοὺς θεούς· [*](θεούς*) καὶ τοῦτʼ ἂν πράξητε , τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.
τῶν δὲ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προσέγραψεν ἐμοῦ μηδεμία εἰκὼν ἔστω μηδὲ [*](malim μήτε ter) γραπτὴ μηδὲ πλαστὴ μηδὲ κατασκευαστή.
θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρʼ αὐτοῖς φύεται ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, τί οὖν; εἶπεν εἰ τετράγωνα ἦν, στρογγύλα [*](στρογγύλʼ ἂν?) ἐτελεῖτε.
ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς
Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπεν ἄχρις οὗ τοῦτο φθάνῃ.