Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται εἶπεν αὐτοὶ οἱ θεοί.
πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους; Ἀθηναῖον μόνοι γοῦν εἶπεν ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.
ἑτέρου δʼ Ἀθηναίου· πρὸς αὐτὸν εἰπόντος ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς·
ἐδιώξαμεν , ἡμεῖς δέ ἔφη οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, εἰ ἣδιστα μέν ἔφη αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.
σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, τίς γὰρ αὐτόν ἔφη ψέγει;
πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων ἀπέχεις εἶπε τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.
τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.
πρὸς δὲ τὸν ἐπιζητοῦντα ὅ τι [*](ὅ τι *: ὅτι ) ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, διότι εἶπε πλησίον τοῖς πολεμίοις μαχόμεθα.
Ἀντίοχος ἐφορεύων ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ δύναμιν αὐτοῖς παρέσχετο ὥστε μαχομένους περὶ τῆς χώρας κρατεῖν
Ἄρευς, ἐπαινούντων τινῶν οὐκ ἰδίας ἀλλά τινας τῶν ἀλλοτρίων γυναικῶν, μὰ τοὺς θεοὺς
εἶπε περὶ τῶν καλῶν κἀγαθῶν γυναικῶν οὐδένα δεῖ λόγον εἰκῆ λέγεσθαι, ἀγνοεῖσθαι δʼ αὐτὰς τὸ παράπαν, ὁποῖαι τυγχάνουσι, πλὴν μόνοις τοῖς συμβιοῦσι.διὰ Σελινοῦντος δέ ποτε τῆς Σικελίας πορευόμενος ἰδὼν ἐπὶ μνήματος; ἐλεγεῖον ἐπιγεγραμμένον
, δικαίως ἔφη ἀπεθάνετε τυραννίδα καιομένην ἀποσβεννύναι ἐπιχειρήσαντες· τοὐναντίον γὰρ ἔδει ὅλην αὐτὴν ἀφεῖναι κατακαῆναι.
- σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης
- εἷλε· Σελινοῦντος δʼ ἀμφὶ πύλαις ἔθανον