Apophthegmata Laconica
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον, οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.[*](Pantazides would omit οὐκέτι ... οἱ νέοι.)
ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανιεῖν ἣν συνεβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι, μηδαμῶς ἀφανίσῃς μηδʼ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.
τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλʼ ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσανορίδας[*](Λυσανορίδας Wyttenbach (from Moralia, 576 a, and Life of Pelopidas, chap. xiii.): Λύσανδρος. Lysander seems not to have come into contact with Charon.) ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, τᾷ πολυμηχανίᾳ εἶπε.
Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, πότερον βούλονται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν, οὐδέτερον.
πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρʼ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.
Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν
ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν, εἶπον, εἰ πρὸς ἕνα εἷς;ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.
ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων, τὸν πατέρα ἐζημίωσαν ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.
ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν ὅτι δακτύλοις κιθαρίζει.
δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, μηδαμῶς, εἶπε, πρὸς θεῶν, οὐ γὰρ δίκαιον καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.
ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς ο ξ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον
εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, οὐ μὲν οὖν, εἶπεν, ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα[*](ἀλγηδόσι μὴ ἐνδόντα Bernardakis: ἀλγηδόσιν ἢ εὔδοντα or ἀλγηδόσι only.) τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιής ασθαι.περιτυχόντες τινὲς Λάκωσι καθʼ ὁδὸν εἶπον, εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων. οἱ δὲ, οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλʼ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.