Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, ὅτι, ἔφη, αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι.

Πολυκρατίδας[*](Πολυκρατίδας] ΠολυστρατίδαςLife of Lycurgus, chap. xxv.) πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν, αἴκα τύχωμεν, δημοσίᾳ, εἶπεν, αἰ[*](αἴκα τύχωμες ... αἰ Cobet (partly from the Life of Lycurgus, chap. xxv.): αἴκε τύχωμεν ... εἰ δὲ.) δὲ μὴ, ἰδίᾳ.

Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν, ἔφησεν, ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι.

Σόον[*](Σόον Xylander: σῶον.) λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ[*](οἱ added by Turnebus.) μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δʼ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν[*](ἀπελθεῖν Turnebus (from the Life of Lycurgus, chap. ii.): ἐπελθεῖν.) καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.

Τήλεκλος[*](Τήλεκλος Xylander: τήλεκρος.) πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, εἰ μὴ αὐτῷ, ἔφη, λεκτὸν[*](λεκτὸν] λεκτέον Bernardakis, but unnecessarily. See, for example, Jebb on Sophocles, O.C. 1360.) ἦν, οὐκ ἂν ἔλεγεν.

εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε, σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ.

ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρʼ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, ὅπως, ἔφη, περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας.

πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη, οὐ πλείω τῆς ἱκανῆς.

Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, ὅτι, ἔφη, τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία.

πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ὅτι, ἔφη, τὰς; μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.

τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, εἰ μὴ ὠργιζόμην, εἶπε, κατέκτανον ἄν σε.

ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη, ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι.

πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθʼ ὅπλων ἵδρυται παρʼ αὐτοῖς, ὅπως, ἔφη, μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄνοπλοι τοῖς θεοῖς εὔχωνται.

πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν, ὅτι τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.

Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται, τὰ μὲν πρᾶτα[*](πρᾶτα Cobet: πρῶτα.) ἐπιλελάσμεθα,[*](ἐπιλελάσμεθα Cobet: ἐπιλελάθαμες.) τὰ δὲ ὕστερα οὐ συνήκαμες[*](συνήκαμες] συνείκαμες Cobet.) διὰ τὸ τὰ πρᾶτα ἐπιλελᾶσθαι.