Apophthegmata Laconica
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατʼ οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τό τε χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι· καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα· οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι[*](κτήσασθαι] κεκτῆσθαι in Life of Lycurgus, chap. ix.) ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές, πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περιττῶν ξενηλασίαν ἐποιήσατο διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ[*](ἢ] Kronenberg would omit.) ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην.
οὐδὲ γὰρ νόμισμα παρʼ αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες.