Apophthegmata Laconica
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
τοσαύτη δʼ ἦν κατʼ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρʼ αὐταῖς.[*](αὐταῖς] αὑτοῖς Kronenberg from the Life of Lycurgus, chap. xv.) καὶ
λόγος ἀπομνημονεύεται Γεραδάτα[*](Γεραδάτα, Γεραδάτας] Γεράδα, Γεράδας in the Life of Lycurgus, chap. xv.) τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου, εἶπεν, οὐδείς, ὦ ξένε, γίγνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἂν οὖν γένηται, ταῦρον, ἔφη ὁ Γεραδάτας ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δʼ ἐκείνου καὶ φήσαντος, πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας[*](ταῦρον ἐκτίνει μέγαν ... τηλικοῦτος; γελάσας Xylander from the Life of Lycurgus, chap. xv.: the mss. have only ταὐτὸν ἔφη ὁ Γεραδάτας.) ὁ Γεραδάτας[*](Γεραδάτα, Γεραδάτας] Γεράδα, Γεράδας in the Life of Lycurgus, chap. xv.) πῶς γὰρ ἄν, ἔφη, μοιχὸς ἐν Σπάρτῃ γένοιτο ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται;νπρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε, σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.
πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ὅπως, ἔφη, μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.
μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν· ὁ δέ, ὅπως,
εἶπε, μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ὅπως, εἶπε, πλείω τοὺς ἐχθροὺς βλάπτωμεν.[*](βλάπτωμεν E. Kurtz: βλάπτοιμεν.)
ἄλλου δʼ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ἵνα, ἔφη, μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν.
τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν, εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ.
πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν, πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἐὰν πτωχοί, ἔφη, μένητε[*](μένητεLife of Lycurgus, chap. xix.: ἦτε.) καὶ μὴ μείζων[*](μείζων from μέσδων (sic!) Life of Lycurgus, chap. xix.: μεῖζον.) ἅτερος θατέρου ἐρᾶτε εἶναι.[*](ἐρᾶτε εἶναι F.C.B. from the Life of Lycurgus, chap. xix.; with the omission of one syllable -ατ- gives almost exactly the queer ms. reading ἐρεείνῃ (or ἐρεένει): ἐρέῃ εἶναι Sintenis.)
καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, οὐκ ἔφη πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.
ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ
τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους; ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς ἀναχωρεῖν· οὔτε γενναῖον[*](οὔτε γενναῖον supplied by the editors from the Life of Lycurgus, chap. xxii.) οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων εἶναι[*](εἶναι F.C.B. to fit the construction: ἦν Life of Lycurgus, chap. xxii., from which the sentence εἶναι δʼ ... μεγαλόψυχον is added here by most editors. But the whole paragraph looks like a memorandum.) δʼ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον[*](εἶναι F.C.B. to fit the construction: ἦν Life of Lycurgus, chap. xxii., from which the sentence εἶναι δʼ ... μεγαλόψυχον is added here by most editors. But the whole paragraph looks like a memorandum.) ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.[*](ἡγήσεσθαι] ἡγήσασθαι most mss., perhaps rightly.)