Apophthegmata Laconica
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολὺ
τε παρατείνοντα, τίνες, εἶπεν, αἱ τὸν τόπον κατοικοῦσαι[*](αἱ ... κατοικοῦσαι Wyttenbach in his note on 190 a, and E. Kurtz: αἳ ... κατοικοῦσι.) γυναῖκες;νσοφιστοῦ δέ τινος εἰπόντος, πάντων λόγος ἐστὶ κράτιστον, οὐκοῦν, ἔφη, σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.
ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταραττομένους ὁρῶν τοὺς συμμάχους, θαρρεῖτε, εἶπεν, ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;