Apophthegmata Laconica
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
Λαβώτας, μακρολογοῦντός τινος, εἶπε, τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ, ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτος[*](τοσοῦτος F.C.B.: τοσοῦτον.) καὶ ὁ λόγος ᾧ χρῆσαι.
Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς ἔστιν ἐν εὐμετάβολος, διὰ τοὺς καιρούς, ἔφη, οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.
πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάττοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν, εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι.