Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ, τοῦ μὲν[*](μὲν] μὲν ἐμὲ Kronenberg. Better perhaps με after κακῶς.) κακῶς με[*](μὲν] μὲν ἐμὲ Kronenberg. Better perhaps με after κακῶς.) λέγειν, ἔφη, ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ.

τοῖς δὲ ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦσιν αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, ὧν εἰρήκατε, ἔφη, τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι τὰ δʼ ἐπὶ πᾶσιν οὐ δοκιμάζω.

Πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν,

ἑκοντὶ δʼ οὐκ ἂν δόντας, βίᾳ ληψόμενος ἦλθον, ἔφη, σύντομος ἡ πονηρία.

φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος, ἆρα διὰ τοῦτο, ἔφη, πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι μὴ εὐκαιρῶμεν περὶ τῆς σῆς κακίας λέγειν;

τῶν δὲ πολιτῶν τινος λέγοντος ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, οὐκοῦν, ἔφη, ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι.

Ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, τί θαυμάζεις; ἔφη, οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω.