Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε, καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον.

Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ ι νίκην τῷ δὲ στρατηγοῦντι θάνατον, οὐδὲν καταπλαγεὶς εἶπεν, οὐ παρʼ ἕνα τὰ Σπάρτας[*](τὰ Σπάρτας Bernardakis: τᾷ Σπάρτᾳ (τὰν Σπάρταν, Life of Pelopidas, chap. ii.).)·

ἀποθανόντος γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται· εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται. ἀποδείξας οὖν ἀνθʼ ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος τελευτᾷ.