Apophthegmata Laconica
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ
προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω,Μενεκράτης Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε,
βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.
ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα· καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον,[*](Τιρίβαζον the usual spelling: τηρίβαζον.) τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα[*](ἥκισταLife of Agesilaus, chap. xxiii.: κάκιστα.) συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν· ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.
οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.
ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης· εἰ
δὲ δίκαιοι πάντες γένοιντο, μηδένʼ ἀνδρείας δεηθήσεσθαι.[*](δεηθήσεσθαι] δεήσεσθαι in the Life of Agesilaus, chap. xxiii., and in Stobaeus, Florilegium, vii. 72.)εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων, ἔφη, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;ν
ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρʼ ἀνθρώποις, εἰ λέγοι, εἶπε, τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα.
τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.[*](Stobaeus, Florilegium, liv. 49, adds πρὸς δὲ τοὺς καιροὺς λογισμόν.)
ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς παῖδας, ταῦτʼ, εἶπεν, οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.
δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα, Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, καὶ τὴν οἰκίαν, ἔφη, εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;ν
ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης, ἣν
ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε περὶ ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.Φιλοτεκνότατος δʼ ὢν διαφερόντως, λέγεται ὅτι μικροῖς τοῖς παιδίοις[*](παιδίοις] παιδίοις οὖσι, Life of Agesilaus, chap. xxv.) κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν ἂν[*](πρὶν ἂνibid.: πρὶν.) καὶ αὐτὸς πατὴρ παίδων γένηται.
συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν, καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως πολεμεῖν μὴ μανθάνωσιν.
ἐπεὶ δὲ ἤκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμονίοις πολλοὺς ἀκολουθοῦντας,[*](πολλοὺς ἀκολουθοῦντας Meziriacus: πολλοὶ ἀκολουθοῦντες.) ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας τοὺς συμμάχους καθίσαι μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν· εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι ἢ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, ὁρᾶτε, εἶπεν, ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς;ν
ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου ἀτιμίαις[*](ἀτιμίαις Xylander (as clearly indicated by Moralia, 191 c, and the Life of Agesilaus, chap. xxx.): αἰτίαις.) ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προελθὼν εἰς τὸ δημόσιον, νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων, εἶπε, τοῖς γὰρ οὖσιν οὔτʼ ἂν προσθείην τι οὔτʼ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.