Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, οὐδὲ σκυτοτόμον, ἔφησεν, εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησιν.

φαμένου δὲ τινός ποτε πρὸς αὐτόν, ὡμολόγηκας, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ναὶ δῆτα, εἴ γʼ ἐστὶ δίκαιον, ἔφη, εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δὲ οὔ. ἐπειπόντος δέ, ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ʼ ὅ τι κεν κεφαλῇ κατανεύσωσιν,ʼ οὐ μᾶλλον, ἔφη, ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.