Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ πολλῆς δυνάμεως ἥκοντος εἰς τὴν Ἑλλάδα καὶ πάντων ἐκπεπληγμένων τὰ πλήθη καὶ τοὺς ὁπλισμούς, λόγον εἶπε τοιοῦτον πρὸς τοὺς Ἀχαιούς· ἔφη γὰρ ἐν Χαλκίδι παρὰ τῷ ξένῳ δειπνῶν θαυμάζειν τὸ τῶν κρεῶν πλῆθος εἰπεῖν δὲ τὸν ξένον ὅτι ταῦτα πάντα χοίρειά ἐστιν ἡδύσμασι καὶ σκευασίαις διαφέροντα. μὴ τοίνυν μηδὲ ὑμεῖς ἔφη θαυμάζετε τὴν βασιλικὴν δύναμιν, λογχοφόρους καὶ [*](καὶ] prius om. mei codd.) καταφράκτους καὶ πεζεταίρους καὶ ἀμφιπποτοξότας ἀκούοντες· πάντες γάρ εἰσιν οὗτοι Σύροι ὁπλαρίοις ἀλλήλων διαφέροντες.