Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

νικήσας δὲ μάχῃ τὸν Φίλιππον ἐκήρυξεν ἐν Ἰσθμίοις, ὅτι τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφίησιν. ὅσοι δὲ Ῥωμαίων αἰχμάλωτοι γενόμενοι ἐν τοῖς κατʼ Ἀννίβαν χρόνοις ἐδούλευον παρὰ τοῖς Ἕλλησι, τούτων ἕκαστον οἱ Ἕλληνες ἐξωνησάμενοι δραχμῶν πεντακοσίων δωρεὰν ἔδωκαν αὐτῷ, κἀκεῖνοι θριαμβεύοντι συνηκολούθησαν ἐν Ῥώμῃ πιλία περὶ ταῖς κεφαλαῖς ἔχοντες, ὥσπερ ἔθος ἐστὶ τοῖς ἐλευθερωθεῖσι.