Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
Κάστον δὲ Ποπίλλιον νομικὸν εἶναι βουλόμενον, ὄντα δὲ ἀμαθῆ καὶ ἀφυῆ, προσεκαλεῖτο μάρτυρα πρός τινα δίκην εἰπόντος δὲ ἐκείνου μηδὲν γινώσκειν, οἴει γὰρ ἴσως, εἶπε, περὶ τῶν νομίμων ἐπερωτᾶσθαι.
Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, καὶ μὴν ἡ σφίγξ, ἔφη, παρὰ σοί ἐστιν.
Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν
Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.
Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ταύτην, ἔφη, μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν.
Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη, γιγνώσκω ὃν φύγω, μὴ γιγνώσκων πρὸς ὃν φύγω.
καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν
ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον ἢ Περικλέα μιμησάμενον, οὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.