Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
τῶν δὲ Σερτωρίου γραμμάτων κρατήσας ἐν Ἰβηρίᾳ, ἐν οἷς ἦσαν ἐπιστολαὶ πολλῶν ἡγεμόνων ἐπὶ νεωτερισμῷ καὶ μεταβολῇ τῆς πολιτείας τὸν Σερτώριον εἰς Ῥώμην καλούντων, κατέκαυσε πάσας διδοὺς μετανοῆσαι καὶ βελτίονας γενέσθαι τοὺς πονηρούς.
ἐπεὶ δὲ Φραάτης ὁ Πάρθων βασιλεὺς ἔπεμψε πρὸς αὐτὸν ἀξιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ, μᾶλλον ἔφη χρῆσθαι[*](χρῆσθαι] χρήσεσθαι in the Life of Pompey, chap. xxxiii.) Ῥωμαίους ὅρῳ πρὸς Πάρθους τῷ δικαίῳ.
Λευκίου δὲ Λευκούλλου μετὰ τὰς στρατείας ἀφεικότος αὑτὸν εἰς ἡδονὰς καὶ πολυτελῶς ζῶντος, τὸν δὲ Πομπήιον ὡς παρʼ ἡλικίαν τοῦ πολλὰ πράττειν ὀρεγόμενον ψέγοντος, μᾶλλον ἔφη γέροντι τὸ τρυφᾶν ἢ[*](ἢ] ἢ νέῳ Pantazides and S. A. Naber, but this is quite discredited by the other three versions. (Cf. note d.)) τὸ ἄρχειν εἶναι παρʼ ἡλικίαν.
νοσοῦντι δὲ αὐτῷ κίχλην ὁ ἰατρὸς λαβεῖν προσέταξεν· οἱ δὲ ζητοῦντες οὐχ εὗρον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκούλλῳ διʼ ἔτους τρεφομένας· εἶτα, ἔφη, εἰ μὴ Λεύκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τῶν εὐπορίστων.
ἰσχυρᾶς δὲ σιτοδείας ἐν Ῥώμῃ γενομένης, ἀποδειχθεὶς λόγῳ μὲν ἀγορᾶς ἐπιμελητής, ἔργῳ δὲ γῆς καὶ θαλάττης κύριος, ἔπλευσεν εἰς Λιβύην καὶ Σαρδόνα καὶ Σικελίαν καὶ πολὺν ἀθροίσας σῖτον ἔσπευδεν εἰς τὴν Ῥώμην. μεγάλου δὲ χειμῶνος γενομένου καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ τὴν ἄγκυραν ἆραι κελεύσας ἀνεβόησε, πλεῖν ἀνάγκη,[*](ἀνάγκη ... ἀνάγκη Iunius (as in the Life of Pompey, chap. l.): ἀναγκάζῃ ... ἀναγκάζῃ.) ζῆν οὐκ ἀνάγκη.[*](ἀνάγκη ... ἀνάγκη Iunius (as in the Life of Pompey, chap. l.): ἀναγκάζῃ ... ἀναγκάζῃ.)
τῆς δὲ πρὸς τὸν Καίσαρα διαφορᾶς ἀποκαλυπτομένης καὶ Μαρκελλίνου τινὸς τῶν ὑπὸ Πομπηίου προῆχθαι δοκούντων μεταβεβλημένου δὲ πρὸς Καίσαρα πολλὰ πρὸς αὐτὸν ἐν συγκλήτῳ λέγοντος, οὐκ αἰσχύνῃ Μαρκελλῖνε, εἶπεν, ἐμοὶ λοιδορούμενος, διʼ ὃν ἐξ· ἀφώνου λόγιος ἐκ δὲ πεινατικοῦ[*](πεινητικοῦ is preferred by Bernardakis, but both forms seem to have been in use.) ἐμετικὸς γέγονας;