Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
τῶν δὲ στρατιωτῶν ἑκάστῳ λίτραν ἀργύρου διανείμας φησὶ βέλτιον εἶναι πολλοὺς ἔχοντας ἀργύριον ἢ ὀλίγους χρυσίον ἀπὸ τῆς στρατείας ἐπανελθεῖν τῶν γὰρ ἀρχόντων οὐδὲν ἄλλο δεῖν ἐν ταῖς ἐπαρχίαις ἢ τὴν δόξαν αὐξάνεσθαι.
πέντε δὲ οἰκέτας εἶχεν ἐπὶ τῆς στρατείας,
ὧν εἷς αἰχμάλωτα σώματα τρία πριάμενος, ὡς οὐκ ἔλαθε τὸν Κάτωνα, πρὶν εἰς ὄφιν ἐλθεῖν, ἀπήγξατο.παρακληθεὶς δὲ ὑπὸ Σκιπίωνος Ἀφρικανοῦ τοῖς Ἀχαιῶν συλλαβέσθαι φυγάσιν, ὅπως εἰς τὰς πατρίδας κατέλθωσιν, προσεποιεῖτο μηδὲν αὐτῷ μέλειν τοῦ πράγματος ἐν δὲ τῇ συγκλήτῳ πολλῶν γινομένων λόγων ἀναστάς, ὥσπερ οὐκ ἔχοντες, εἶπεν, ὃ πράττωμεν, καθήμεθα περὶ Γραικῶν γεροντίων ζητοῦντες πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ ὑπὸ τῶν ἐκεῖ νεκροφόρων ἐξενεχθῶσι.