Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δὲ οὐδέποτε, εἶπεν, ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.

σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη, τίς γὰρ αὐτὸν ψέγει;

Ἐπαμεινώνδου τοῦ Θηβαίου στρατηγοῦντος, οὐδέποτε πανικὸς θόρυβος ἐνέπεσεν εἰς τὸ στρατόπεδον.

ἔλεγε δὲ τὸν ἐν πολέμῳ θάνατον εἶναι κάλλιστον.

τῶν δὲ ὁπλιτῶν δεῖν ἀπέφαινεν εἶναι τὸ σῶμα γεγυμνασμένον οὐκ ἀθλητικῶς μόνον ἀλλὰ καὶ στρατιωτικῶς· διὸ καὶ τοῖς πολυσάρκοις ἐπολέμει, καί τινα τοιοῦτον ἀπήλασε τῆς στρατιᾶς εἰπὼν ὅτι μόλις αὐτοῦ σκέπουσι τὴν γαστέρα ἀσπίδες τρεῖς ἢ τέσσαρες, διʼ ἣν οὐχ ἑώρακεν αὑτοῦ τὸ αἰδοῖον.

οὕτω δὲ ἦν εὐτελὴς περὶ τὴν δίαιταν ὥστε κληθεὶς ἐπὶ δεῖπνον ὑπὸ γείτονος εὑρὼν πεμμάτων

καὶ ὄψων καὶ μύρων παρασκευὴν ἀπῆλθεν εὐθύς, εἰπών, ἐγώ σε θύειν ᾠόμην οὐχ ὑβρίζειν.