Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τῶν γὰρ[*](καθελεῖν Νέρωνα. τῶν γὰρ κ.τ.λ. Bekker, after Coraës: καθελὼν Νέρωνα τῶν κ.τ.λ. ) συνεπιτιθεμένων τότε τοὺς μὲν οὐδεὶς ἠξίωσε τῆς ἡγεμονίας, οἱ δὲ ἑαυτοὺς ἀπηξίωσαν, Γάλβας δὲ καὶ κληθεὶς καὶ ὑπακούσας αὐτοκράτωρ καὶ τῇ Οὐΐνδικος ἐμπαρασχὼν ὄνομα τόλμῃ, κίνημα καὶ νεωτερισμὸν αὐτοῦ λεγομένην τὴν ἀπόστασιν ἐποίησε πόλεμον ἐμφύλιον, ἀνδρὸς ἡγεμονικοῦ τυχοῦσαν.

ὅθεν οὐχ ἑαυτῷ τὰ πράγματα λαμβάνειν, ἀλλὰ μᾶλλον ἑαυτὸν οἰόμενος διδόναι τοῖς πράγμασιν, ἄρχειν ἠξίου τῶν ὑπὸ Τιγελλίνου καὶ Νυμφιδίου τετιθασευμένων ὡς Σκηπίων ἦρχε καὶ Φαβρίκιος καὶ Κάμιλλος τῶν τότε Ῥωμαίων.

ὑπερειπόμενος δὲ τῷ γήρᾳ, ἄχρι τῶν ὅπλων καὶ τῶν στρατευμάτων ἄκρατος ἦν καὶ ἀρχαῖος αὐτοκράτωρ, Οὐινίῳ

p.272
δὲ καὶ Λάκωνι καὶ τοῖς ἀπελευθέροις πάντα τὰ πράγματα πωλοῦσι παρέχων ἑαυτόν, οἷον Νέρων παρεῖχε τοῖς ἀπληστοτάτοις, οὐδένα ποθοῦντα τὴν ἀρχήν, οἰκτείραντας δὲ τοὺς πολλοὺς τὸν θάνατον ἀπέλιπεν.