Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

εἰ γὰρ αὐτὸς ἐσκόπει βασιλεύς ὅπου τάξας τοὺς Ἕλληνας ἀβλαβεστάτοις χρήσεται πολεμίοις, οὐκ ἂν ἑτέραν ἐξεῦρεν ἢ Τὴν ἀπωτάτω χώραν ἑαυτοῦ καὶ τῶν περὶ ἑαυτόν, ἀφʼ ἧς οὔτε νικηθεὶς αὐτὸς ᾔσθετο καὶ Κῦρος ἔφθη κατακοπεὶς ἢ χρησάμενός τι τῇ Κλεάρχου νίκῃ.

καίτοι Κῦρος τὸ συμφέρον οὐκ ἠγνόησεν, ἀλλʼ ἐκεῖ Κλέαρχον ἐκέλευε τάττεσθαι κατὰ μέσον, ὁ δʼ αὑτῷ μέλειν εἰπὼν ὅπως ἕξει κάλλιστα, τὸ πᾶν διέφθειρεν.

p.146

οἱ μὲν γὰρ Ἕλληνες ὅσον ἐβούλοντο τοὺς βαρβάρους ἐνίκων καὶ διώκοντες ἐπὶ πλεῖστον προῆλθον· Κύρῳ δὲ γενναῖον ἵππον, ἄστομον δὲ καὶ ὑβριστὴν ἐλαύνοντι, Πασακᾶν καλούμενον, ὡς Κτησίας φησίν, ἀντεξήλασεν ὁ Καδουσίων ἄρχων Ἀρταγέρσης μέγα βοῶν,