Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Κῦρος ἀνέβαινεν ἐπὶ βασιλέα βαρβαρικήν τε πολλὴν ἔχων δύναμιν καὶ μισθοφόρους Ἕλληνας ὀλίγῳ τρισχιλίων καὶ μυρίων ἀποδέοντας, ἄλλας ἐπʼ ἄλλαις ποιούμενος προφάσεις τῆς στρατείας. οὐ μὴν ἔλαθέ γε εἰς πολὺν χρόνον, ἀλλʼ ἧκε βασιλεῖ Τισαφέρνης αὐτάγγελος· καὶ πολὺς θόρυβος εἶχε τὰ βασίλεια, τῆς τε Παρυσάτιδος τὴν πλείστην αἰτίαν τοῦ πολέμου φερομένης, καὶ τῶν φίλων αὐτῆς ἐν ὑποψίαις ὄντων καὶ διαβολαῖς.

μάλιστα δὲ ἠνία τὴν Παρύσατιν ἡ Στάτειρα τῷ πολέμῳ περιπαθοῦσα καὶ βοῶσα, ποῦ νῦν αἱ πίστεις ἐκεῖναι; ποῦ δὲ αἱ δεήσεις, αἷς ἐξελομένη τὸν ἐπιβουλεύσαντα τῷ ἀδελφῷ πολέμου καὶ κακῶν ἐμπέπληκας ἡμᾶς ; ἐκ δὴ τούτων μισοῦσα τὴν Στάτειραν ἡ Παρύσατις, καὶ φύσει βαρύθυμος οὖσα καὶ

p.140
βάρβαρος ἐν ὀργαῖς καὶ μνησικακίαις, ἐπεβούλευεν αὐτὴν ἀνελεῖν.

ἐπεὶ δὲ Δείνων μὲν ἐν τῷ πολέμῳ συντελεσθῆναι τὴν ἐπιβουλὴν εἴρηκε, Κτησίας δὲ ὕστερον, ὃν οὔτε ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι παρόντα ταῖς πράξεσιν, οὔτε ἑκὼν αἰτίαν εἶχεν ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ ἔργον, ὡς ἐπράχθη διηγούμενος, οἷα πάσχει πολλάκις ὁ λόγος αὐτοῦ πρὸς τὸ μυθῶδες καὶ δραματικὸν ἐκτρεπόμενος τῆς ἀληθείας, τοῦτο μὲν ἣν ἐκεῖνος ἀπέδωκε χώραν ἕξει.

Κύρῳ δὲ προσιόντι φῆμαι καὶ λόγοι προσέπιπτον, ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλʼ ἐν Πέρσαις ὑπομένειν ἄχρι ἂν αἱ δυνάμεις ἐκεῖ πανταχόθεν συνέλθωσι. καὶ γὰρ τάφρον εὖρος ὀργυιῶν δέκα καὶ βάθος ἴσων ἐπὶ σταδίους διὰ τοῦ πεδίου τετρακοσίους ἐνέβαλε· καὶ ταύτης τε περιεῖδε τὸν Κῦρον ἐντὸς παρελθόντα καὶ Βαβυλῶνος αὐτῆς οὐ μακρὰν γενόμενον.

Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ὡς οὐ δεῖ φυγομαχεῖν οὐδὲ Μηδίας ἐκστάντα καὶ Βαβυλῶνος ἅμα[*](ἅμα Bekker and Ziegler, after Coraïs: ἀλλά.) καὶ Σούσων ἐνδύεσθαι τῇ Περσίδι, πολλαπλασίαν μὲν ἔχοντα δύναμιν τῶν πολεμίων, μυρίους δὲ σατράπας καὶ στρατηγούς Κύρου καὶ φρονεῖν καὶ μάχεσθαι βελτίονας, ὥρμησε διαγωνίσασθαι τὴν ταχίστην.