Artaxerxes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
κατηγόρει δὲ ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν, οἱ μὲν ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως.
μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς, ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ διʼ ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.
ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθʼ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες, εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆς παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον,