Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Ἀνταλκίδας Σπαρτιάτης ἦν, Λέοντος υἱός, καὶ σπουδάσας βασιλεῖ διεπράξατο τὰς ἐν Ἀσίᾳ, πόλεις Ἑλληνίδας ἁπάσας καὶ νήσους, ὅσαι προσκυροῦσιν Ἀσίᾳ, παρεῖναι Λακεδαιμονίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς, εἰρήνης γενομένης τοῖς Ἕλλησιν, εἰ δεῖ τὴν τῆς Ἑλλάδος ὕβριν καὶ προδοσίαν εἰρήνην καλεῖν, ἧς πόλεμος οὐδεὶς ἀκλεέστερον ἤνεγκε τέλος τοῖς κρατηθεῖσι.

p.178

διὸ καὶ τοὺς ἄλλους Σπαρτιάτας ἀεὶ βδελυττόμενος ὁ Ἀρτοξέρξης, καὶ νομίζων, ὥς φησι Δείνων, ἀνθρώπων ἁπάντων ἀναιδεστάτους εἶναι, τὸν Ἀνταλκίδαν ὑπερηγάπησεν εἰς Πέρσας ἀναβάντα. καί ποτε λαβὼν ἕνα τῶν ἀνθινῶν στεφάνων καὶ βάψας εἰς μύρον τὸ πολυτελέστατον, ἀπὸ δείπνου ἔπεμψε τῷ Ἀνταλκίδᾳ καὶ πάντες ἐθαύμασαν τὴν φιλοφροσύνην.

ἦν δέ, ὡς ἔοικεν, ἐπιτήδειος οὗτος ἐντρυφηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον, ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν. ὁ μὲν γὰρ Ἀγησίλαος, ὡς ἔοικε, πρὸς τὸν εἰπόντα, φεῦ τῆς Ἑλλάδος, ὅπου μηδίζουσιν ἡμῖν οἱ Λάκωνες, οὐ μᾶλλον, εἶπεν, οἱ Μῆδοι λακωνίζουσι ; τοῦ δὲ ῥήματος ἡ κομψότης τὴν τοῦ πράγματος αἰσχύνην οὐκ ἀφεῖλεν, ἀλλὰ τὴν μὲν ἡγεμονίαν ἀπώλεσαν ἐν Λεύκτροις ἀγωνισάμενοι κακῶς, ἡ δὲ δόξα τῆς Σπάρτης προαπώλετο ταῖς ὁμολογίαις ἐκείναις.

ἄχρι μὲν οὖν ἐπρώτευεν ἡ Σπάρτη, ξένον ἐποιεῖτο καὶ φίλον ὠνόμαζεν ἑαυτοῦ τὸν Ἀνταλκίδαν ἐπεὶ δὲ ἡττήθησαν ἐν Λεύκτροις, ταπεινὰ πράττοντες ἐδέοντο μὲν χρημάτων καὶ τὸν Ἀγησίλαον εἰς Αἴγυπτον ἐξέπεμψαν, ὁ δὲ Ἀνταλκίδας ἀνέβη πρὸς τὸν Ἀρτοξέρξην παρακαλῶν ἐπαρκέσαι τοῖς Λακεδαιμονίοις.