Artaxerxes
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
ἐν δὲ τούτῳ προσήλαυνον οἱ τριάκοντα λαμπροὶ καί περιχαρεῖς, ἀναγγέλλοντες αὐτῷ τὴν ἀνέλπιστον εὐτυχίαν. ἤδη δὲ καί πλήθει τῶν συντρεχόντων πάλιν πρὸς αὐτὸν καί συνισταμένων ἐθάρρει, καί κατέβαινεν ἀπὸ τοῦ λόφου φωτὶ πολλῷ περιλαμπόμενος.
ὡς δὲ ἐπέστη τῷ νεκρῷ, καὶ κατὰ δή τινα νόμον Περσῶν ἡ δεξιὰ χεὶρ ἀπεκόπη καί ἡ κεφαλὴ τοῦ σώματος, ἐκέλευσε τὴν κεφαλὴν αὑτῷ κομισθῆναι καί τῆς κόμης δραξάμενος οὔσης βαθείας καί λασίας ἐπεδείκνυε τοῖς ἀμφιδοξοῦσιν ἔτι καί φεύγουσιν. οἱ δὲ ἐθαύμαζον καί προσεκύνουν, ὥστε ταχὺ μυριάδας ἑπτὰ περὶ αὐτὸν γενέσθαι καί συνεισελάσαι πάλιν εἰς τὸ στρατόπεδον.
ἐξεληλάκει δέ, ὡς ὁ Κτησίας φησίν, ἐπὶ τὴν μάχην τεσσαράκοντα μυριάσιν· οἱ δὲ περὶ Δείνωνα καὶ Ξενοφῶντα πολὺ πλείονας γενέσθαι λέγουσι τὰς μεμαχημένας. ἀριθμὸν δὲ νεκρῶν ὁ Κτησίας ἐνακισχιλίους ἀνενεχθῆναί
ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ ι αὐτοῦ καί τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν οὐκ ἂν οὖν ἐλθόντα καί λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον, Φαλῖνον δὲ τὸν Ζακύνθιον ὠνόμαζεν. ἀλλὰ δαιμονίως ὁ Κτησίας, ὡς ἔοικε, φιλότιμος ὢν καί οὐχ ἧττον φιλολάκων καί φιλοκλέαρχος ἀεί τινας ἐν τῇ διηγήσει χώρας ἑαυτῷ δίδωσιν, ἐν αἷς γενόμενος πολλὰ καί καλὰ μεμνήσεται Κλεάρχου καί τῆς Λακεδαίμονος.
μετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῷ Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου, καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε. τὸν δὲ Καύνιον ἐκεῖνον ἐξ ἐξανευρών, ὃς ἐπέδωκε τὸ ἀσκίον, ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον ἐποίησεν· ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις.
Ἀρβάκην μὲν γάρ τινα Μῆδον ἐν τῇ μάχῃ