Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
οὕτω δὲ αὐτοῦ τελευτήσαντος ἐν Αἰγίῳ τὸ ἑπτακαιδέκατον στρατηγοῦντος, καὶ τῶν Ἀχαιῶν φιλοτιμουμένων ἐκεῖ γενέσθαι ταφὰς καὶ μνήματα πρέποντα τῷ βίῳ τὸν ἀνδρός, Σικυώνιοι συμφορὰν ἐποιοῦντο μὴ παρʼ αὐτοῖς τεθῆναι τὸ σῶμα.
καὶ τοὺς μὲν Ἀχαιοὺς ἔπεισαν ἐφιέναι, νόμου δὲ ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυθίαν. ἡ δὲ αὐτοῖς ἀναιρεῖ τὸν χρησμὸν τόνδε·
- βουλεύῃ, Σικυών, ζωάγριον αἰὲν Ἀράτου,
- ἀμφʼ ὁσίῃ θαλίῃ τε κατοιχομένοιο ἄνακτος;
- ὡς τὸ βαρυνόμενον τῷδʼ ἀνέρι καὶ τὸ βαρῦνον
- γαίης ἔστʼ ἀσέβημα καὶ οὐρανοῦ ἠδὲ θαλάσσης.
κομισθείσης δὲ τῆς μαντείας οἵ τε Ἀχαιοὶ σύμπαντες ἥσθησαν, καὶ διαφερόντως οἱ Σικυώνιοι μεταβαλόντες εἰς ἑορτὴν τὸ πένθος εὐθὺς ἐκ τοῦ Αἰγίου τὸν νεκρὸν ἐστεφανωμένοι καὶ λευχειμονοῦντες ὑπὸ παιάνων καὶ χορῶν εἰς τὴν πόλιν ἀνῆγον, καὶ τόπον ἐξελόμενοι περίοπτον ὥσπερ οἰκιστὴν καὶ σωτῆρα τῆς πόλεως ἐκήδευσαν.