Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
οὕτω δέ δεινὸν ἔργον ἐξειργασμένου τοῦ Φιλίππου, καὶ συγκρούοντος ἔτι μᾶλλον ἑαυτοῖς τοὺς Μεσσηνίους, ἐπελθὼν ὁ Ἄρατος αὐτός τε δῆλος ἦν φέρων βαρέως καὶ τὸν υἱὸν ἐπιτιμῶντα πικρῶς τῷ Φιλίππῳ καὶ λοιδορούμενον οὐκ ἐκώλυσεν. ἐδόκει δὲ ὁ νεανίσκος ἐρᾶν τὸν Φιλίππου· καὶ τότε λέγων εἶπε πρὸς αὐτόν ὡς οὐδὲ καλὸς ἔτι φαίνοιτο τὴν ὄψιν αὐτῷ τοιαῦτα δράσας, ἀλλὰ πάντων αἴσχιστος.
ὁ δὲ Φίλιππος ἐκείνῳ μὲν οὐδὲν ἀντεῖπε, καίπερ ἐπίδοξος ὢν, ὑπʼ ὀργῆς καὶ πολλάκις ἐξυλακτήσας λέγοντος αὐτοῦ, τὸν δὲ πρεσβύτερον, ὡς ἐνηνοχὼς πράως τὰ λεχθέντα καί τις ὢν μέτριος καὶ πολιτικὸς τὴν φύσιν, ἀνέστησεν ἐκ τοῦ θεάτρου τὴν δεξιὰν ἐμβαλὼν, καὶ προσῆγεν εἰς τὸν Ἰθωμάταν τῷ τε Διὶ θύσων καὶ θεωρήσων τὸν τόπον.
ἔστι γὰρ οὐχ ἧττον εὐερκὴς τοῦ Ἀκροκορίνθου, καὶ λαβὼν φρουρὰν γίνεται χαλεπὸς καὶ δυσεκβίαστος τοῖς παροικοῦσιν. ἀναβὰς δὲ καὶ θύσας, ὡς προσήνεγκεν αὐτῷ τὰ σπλάγχνα τοῦ βοὸς ὁ μάντις, ἀμφοτέραις ταῖς χερσὶν ὑπολαβὼν ἐδείκνυε τῷ τε Ἀράτῳ καὶ τῷ Φαρίῳ Δημητρίῳ, παρὰ μέρος ἀποκλίνων εἰς ἑκάτερον καὶ πυνθανόμενος τί καθορῶσιν ἐν τοῖς ἱεροῖς, κρατοῦντα τῆς ἄκρας αὐτόν ἢ τοῖς Μεσσηνίοις ἀποδιδόντα.