Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ Ἄρατος οὐ δὶς οὐδὲ τρίς, ἀλλὰ πολλάκις, ὥσπερ οἱ δυσέρωτες, ἐπιχειρήσας τῷ Πειραιεῖ καὶ πρὸς τὰς διαμαρτίας οὐκ ἀποκαμών, ἀλλὰ τῷ παρὰ μικρὸν ἀεὶ καὶ σύνεγγυς ἀποσφάλλεσθαι τῶν ἐλπίδων πρὸς τὸ θαρρεῖν ἀνακαλούμενος, ἅπαξ δὲ καὶ τὸ σκέλος ἔσπασε διὰ τοῦ Θριασίου φεύγων καὶ τομὰς ἔλαβε πολλὰς θεραπευόμενος, καὶ πολὺν χρόνον ἐν φορείῳ κομιζόμενος ἐποιεῖτο τὰς στρατείας.

Ἀντιγόνου δὲ ἀποθανόντος καὶ Δημητρίου τὴν βασιλείαν παραλαβόντος ἔτι μᾶλλον ἐνέκειτο ταῖς Ἀθήναις καὶ ὅλως κατεφρόνει τῶν Μακεδόνων. διὸ καὶ κρατηθέντος αὐτοῦ μάχῃ περὶ Φυλακίαν ὑπὸ Βίθυος τοῦ Δημητρίου στρατηγοῦ, καὶ λόγου γενομένου πολλοῦ μὲν, ὡς ἑάλωκε, πολλοῦ δὲ ὡς τέθνηκεν,

ὁ μὲν τὸν Πειραιᾶ

paris.1624.1043
φρουρῶν Διογένης ἔπεμψεν ἐπιστολὴν εἰς
p.78
Κόρινθον ἐξίστασθαι τῆς πόλεως κελεύων τοὺς Ἀχαιούς, ἐπειδὴ Ἄρατος ἀπέθανεν ἔτυχε δὲ τῶν γραμμάτων κομισθέντων παρὼν αὐτὸς ἐν Κορίνθῳ, καὶ διατριβὴν οἱ τοῦ Διογένους καὶ γέλωτα πολὺν παρασχόντες ἀπηλλάγησαν, αὐτὸς δὲ ὁ βασιλεὺς ἐκ Μακεδονίας ναῦν ἔπεμψεν, ἐφʼ ἧς κομισθήσεται πρὸς αὐτὸν ὁ Ἄρατος δεδεμένος.