Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οἱ μὲν οὖν Ῥωμαῖοι τὸν Φιλοποίμενα θαυμάζοντες Ἑλλήνων ἔσχατον προσηγόρευον, ὡς μηδενὸς μεγάλου μετʼ ἐκεῖνον ἐν τοῖς Ἕλλησι γενομένου· ἐγὼ δὲ τῶν Ἑλληνικῶν πράξεων ταύτην ἐσχάτην καὶ νεωτάτην φαίην ἂν πεπρᾶχθαι, τοῦτο μὲν τόλμῃ, τοῦτο δὲ τύχῃ ταῖς ἀρίσταις ἐνάμιλλον, ὡς ἐδήλωσεν εὐθὺς τὰ γινόμενα.

Μεγαρεῖς τε γὰρ ἀποστάντες Ἀντιγόνου τῷ Ἀράτῳ προσέθεντο, καὶ Τροιζήνιοι μετὰ Ἐπιδαυρίων συνετάχθησαν εἰς τοὺς Ἀχαιούς, ἐξοδόν τε πρώτην θέμενος εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ τὴν Σαλαμῖνα διαβὰς ἐλεηλάτησεν, ὥσπερ ἐξ εἱρκτῆς λελυμένῃ τῇ δυνάμει τῶν Ἀχαιῶν ἐφʼ ὅ τι βούλοιτο χρώμενος. Ἀθηναίοις δὲ τοὺς ἐλευθέρους ἀφῆκεν ἄνευ λύτρων, ἀρχὰς ἀποστάσεως ἐνδιδοὺς αὐτοῖς.

Πτολεμαῖον δὲ σύμμαχον ἐποίησε τῶν Ἀχαιῶν, ἡγεμονίαν ἔχοντα πολέμου καὶ κατὰ γῆν καὶ θάλατταν. οὕτω δὲ ἴσχυσεν ἐν τοῖς Ἀχαιοῖς, ὥστʼ, εἰ μὴ κατʼ ἐνιαυτὸν ἐξῆν, παρʼ ἐνιαυτὸν αἱρεῖσθαι στρατηγὸν αὐτόν, ἔργῳ δὲ καὶ γνώμῃ διὰ παντὸς ἄρχειν. ἑώρων γὰρ αὐτὸν οὐ πλοῦτον, οὐ δόξαν, οὐ φιλίαν βασιλικήν, οὐ τὸ τῆς αὑτοῦ πατρίδος συμφέρον, οὐκ ἄλλο τι τῆς αὐξήσεως τῶν Ἀχαιῶν ἐπίπροσθεν ποιούμενον.

p.56

ἡγεῖτο γὰρ ἀσθενεῖς ἰδίᾳ τὰς πόλεις ὑπαρχούσας σῴζεσθαι διʼ ἀλλήλων ὥσπερ ἐνδεδεμένας τῷ κοινῷ συμφέροντι, καὶ καθάπερ τὰ μέρη τοῦ σώματος ζῶντα καὶ συμπνέοντα διὰ τὴν πρὸς ἄλληλα συμφυΐαν, ὅταν ἀποσπασθῇ καὶ γένηται χωρίς, ἀτροφεῖ καὶ σήπεται, παραπλησίως τὰς πόλεις ἀπόλλυσθαι μὲν ὑπὸ τῶν διασπώντων τὸ κοινόν, αὔξεσθαι δὲ ὑπʼ ἀλλήλων, ὅταν ὅλου τινὸς μεγάλου μέρη γενόμεναι κοινῆς προνοίας τυγχάνωσιν.

ὁρῶν δὲ τοὺς ἀρίστους τῶν προσοίκων αὐτονομουμένους, Ἀργείοις δὲ δουλεύουσιν ἀχθόμενος, ἐπεβούλευεν ἀνελεῖν τὸν τύραννον αὐτῶν Ἀριστόμαχον, ἅμα τῇ τε πόλει θρεπτήρια τὴν ἐλευθερίαν ἀποδοῦναι φιλοτιμούμενος καὶ τοῖς Ἀχαιοῖς προσκομίσαι τὴν πόλιν·

οἱ μὲν οὖν τολμῶντες εὑρέθησαν, ὧν Αἰσχύλος προειστήκει καὶ Χαριμένης ὁ μάντις ξίφη δὲ οὐκ εἶχον, ἀλλʼ ἀπείρητο κεκτῆσθαι καὶ ζημίαι μεγάλαι τοῖς κεκτημένοις ἐπῆσαν ὑπὸ τοῦ τυράννου, κατασκευάσας οὖν ὁ Ἄρατος αὐτοῖς ἐν Κορίνθῳ μικρὰς παραξιφίδας ἐνέρραψεν εἰς σάγματα· καὶ ταῦτα περιθεὶς ὑποζυγίοις σκεύη τινὰ παρημελημένα κομίζουσιν εἰς Ἄργος ἀπέστειλε.