Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
μάλιστα δὲ αὐτοὺς ἐξέπληξε τὸν ἀπὸ Καρχηδόνος κίνδυνον ἐπικρεμάμενον τῇ ἀρχῇ δεδοικότας, ὑποσχόμενος, εἰ μὲν εἰρήνης δέοιτο Διονύσιος, πλεύσας εὐθὺς εἰς Λιβύην ὡς ἄριστα διαθήσεσθαι τὸν πόλεμον, εἰ δὲ πολεμεῖν προθυμοῖτο, θρέψειν αὐτὸς ἰδίοις τέλεσι καὶ παρέξειν εἰς τὸν πόλεμον αὐτῷ πεντήκοντα τριήρεις εὖ πλεούσας.[*](εὖ πλεούσας van Herwerden: πλεούσας.)
ὁ μὲν οὖν Διονύσιος ὑπερφυῶς τὴν μεγαλοψυχίαν ἐθαύμασε καὶ τὴν προθυμίαν ἠγάπησεν·
οἱ δὲ ἐλέγχεσθαι τῇ λαμπρότητι καὶ ταπεινοῦσθαι τῇ δυνάμει τοῦ Δίωνος οἰόμενοι, ταύτην εὐθὺς ἀρχὴν λαβόντες, οὐδεμιᾶς ἐφείδοντο φωνῆς ᾗ τὸ μειράκιον ἐξαγριαίνειν ἔμελλον πρὸς αὐτόν, ὡς ὑπερχόμενον διὰ τῆς θαλάττης τυραννίδα καὶ περισπῶντα ταῖς ναυσὶ τὴν δύναμιν εἰς τοὺς Ἀριστομάχης παῖδας, ἀδελφιδοῦς ὄντας αὐτῷ.
φανερώταται δὲ καὶ μέγισται τῶν εἰς φθόνον καὶ μῖσος αἰτιῶν ὑπῆρχον ἡ τοῦ βίου διαφορὰ καὶ τὸ τῆς διαίτης ἄμικτον.
οἱ μὲν γὰρ, εὐθὺς ἐξ ἀρχῆς νέου τυράννου καὶ τεθραμμένου φαύλως ὁμιλίαν καὶ συνήθειαν ἡδοναῖς καὶ κολακείαις καταλαμβάνοντες, ἀεί τινας ἔρωτας καὶ διατριβὰς ἐμηχανῶντο ῥεμβώδεις περὶ πότους καὶ γυναῖκας, καὶ παιδιὰς ἑτέρας ἀσχήμονας,
ὑφʼ
ἐκ δὲ τούτου προϊοῦσα καὶ νεμομένη κατὰ μικρὸν ἡ περὶ τὸ μειράκιον ἄνεσις τοὺς ἀδαμαντίνους δεσμοὺς ἐκείνους, οἷς ὁ πρεσβύτερος Διονύσιος ἔφη δεδεμένην ἀπολείπειν τὴν μοναρχίαν, ἐξέτηξε καὶ διέφθειρεν.