Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακουσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.
ὁ γὰρ Ἡρακλείδης αὖθις ἐπέκειτο· καὶ πρῶτον μὲν εἰς συνέδριον παρακαλούμενος οὐκ ἐβούλετο βαδίζειν ἰδιώτης γὰρ ὢν μετὰ τῶν ἄλλων ἐκκλησιάζειν πολιτῶν.
ἔπειτα κατηγόρει
p.112
τοῦ Δίωνος ὅτι τὴν ἄκραν οὐ κατέσκαψε καὶ τῷ δήμῳ τὸν Διονυσίου τάφον ὡρμημένῳ λῦσαι καὶ τὸν νεκρὸν ἐκβαλεῖν οὐκ ἐπέτρεψε, μεταπέμπεται δὲ ἐκ Κορίνθου συμβούλους καὶ συνάρχοντας, ἀπαξιῶν τοὺς πολίτας. τῷ δʼ ὄντι μετεπέμπετο τοὺς Κορινθίους ὁ Δίων, ἣν ἐπενόει πολιτείαν ῥᾷον ἐλπίζων καταστήσειν ἐκείνων παραγενομένων.