Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀποκριναμένου δὲ τοῦ Δίωνος ὡς εἰσὶν ἄρχοντες ἱκανοὶ τοῖς Συρακουσίοις, εἰ δὲ πάντως δέοι καὶ Σπαρτιάτου τοῖς πράγμασιν, αὐτὸς οὗτος εἶναι, κατὰ ποίησιν γεγονὼς Σπαρτιάτης, τὴν μὲν ἀρχὴν ὁ Γαίσυλος ἀπέγνω, πλεύσας δὲ πρὸς τὸν Δίωνα

p.106
διήλλαξε τὸν Ἡρακλείδην ὅρκους δόντα καὶ πίστεις τὰς μεγίστας, αἷς αὐτὸς ὁ Γαισύλος ὤμοσε τιμωρὸς ἔσεσθαι Δίωνι καὶ κολαστὴς Ἡρακλείδου κακοπραγμονοῦντος.

ἐκ τούτου κατέλυσαν μὲν οἱ Συρακούσιοι τὸ ναυτικόν, οὐδὲν γὰρ ἦν ἔργον αὐτοῦ, μεγάλαι δὲ δαπάναι τοῖς πλέουσι, καὶ στάσεως ἀφορμαὶ τοῖς ἄρχουσι· τὴν δὲ ἄκραν ἐπολιόρκουν ἐξοικοδομήσαντες τὸ περιτείχισμα.

μηδενὸς δὲ τοῖς πολιορκουμένοις βοηθοῦντος, ἐπιλιπόντος δὲ σίτου, τῶν δὲ μισθοφόρων γινομένω· πονηρῶν, ἀπογνοὺς ὁ υἱὸς τοῦ Διονυσίου τὰ πράγματα καὶ σπεισάμενος πρὸς τὸν Δίωνα τὴν μὲν ἄκραν ἐκείνῳ μετὰ τῶν ὅπλων καὶ τῆς ἄλλης κατασκευῆς παρέδωκεν, αὐτὸς δὲ τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀναλαβὼν καὶ πέντε πληρωσάμενος τριήρεις ἐξέπλει πρὸς τὸν πατέρα,

τοῦ Δίωνος ἀσφαλῶς μὲν ἐκπέμποντος, οὐδενὸς δὲ τῶν ἐν Συρακούσαις ἀπολείποντος ἐκείνην τὴν ὄψιν, ἀλλὰ καὶ τοὺς μὴ περόντας ἐπιβοωμένων, ὅτι τὴν ἡμέραν ταύτην καὶ τὸν ἥλιον ἐλευθέραις ἀνίσχοντα ταῖς Συρακούσαις οὐκ ἐφορῶσιν.

ὅπου γὰρ ἔτι νῦν τῶν λεγομένων κατὰ τῆς τύχης παραδειγμάτων ἐμφανέστατόν ἐστι καὶ μέγιστον ἡ Διονυσίου φυγή, τίνα χρὴ δοκεῖν αὐτῶν ἐκείνων τὴν τότε χαρὰν γενέσθαι καὶ πηλίκον φρονῆσαι τοὺς τὴν μεγίστην τῶν πώποτε τυραννίδων καθελόντας ἐλαχίσταις ἀφορμαῖς;