Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
οὐ μὴν ἀλλὰ, καίπερ ἀκρίτου καὶ ταραχώδους ἐκκλησίας γενομένης, παρελθὼν ὁ Δίων ἀπελογεῖτο καὶ τὸν Σῶσιν ἀπέφαινε τῶν Διονυσίου δορυφόρων ἑνὸς ἀδελφὸν ὄντα καὶ διʼ ἐκείνου πεπεισμένον στασιάσαι καὶ συνταράξαι τὴν πόλιν, οὐδεμιᾶς Διονυσίῳ σωτηρίας οὔσης, πλὴν τῆς ἐκείνων ἀπιστίας καὶ διαφορᾶς πρὸς αὑτούς,
ἅμα δʼ οἱ μὲν ἰατροὶ τοῦ Σώσιδος τὸ τραῦμα καταμανθάνοντες εὕρισκον ἐξ ἐπιπολῆς μᾶλλον ἢ καταφορᾶς γεγενημένον.
αἱ μὲν γὰρ ὑπὸ ξίφους πληγαὶ μάλιστα τὸ μέσον ὑπὸ βάρους πιέζουσι, τὸ δὲ τοῦ Σώσιδος λεπτὸν ἦν διόλου καὶ πολλὰς εἶχεν ἀρχάς, ὡς εἰκὸς, ὑπʼ ἀλγηδόνος ἀνιέντος, εἶτα αὖθις ἐπάγοντος.
ἧκον δέ τινες τῶν γνωρίμων ξυρὸν κομίζοντες εἰς τὴν ἐκκλησίαν, καὶ διηγούμενοι βαδίζουσιν αὐτοῖς καθʼ ὁδὸν ἀπαντῆσαι τὸν Σῶσιν ᾑμαγμένον καὶ λέγοντα φεύγειν τοὺς Δίωνος ξένους ὡς ἀρτίως ὑπʼ ἐκείνων τετρωμένος·