Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀραιῷ δὲ καὶ μαλακῷ πνεύματι πλεύσαντες ἡμέρας δώδεκα, τῇ τρισκαιδεκάτῃ κατὰ Πάχυνον ἦσαν, ἄκραν τῆς Σικελίας.
καὶ Πρῶτος μὲν ὁ κυβερνήτης κατὰ τάχος ἐκέλευσεν ἀποβαίνειν, ὡς, ἂν ἀποσπασθῶσι τῆς γῆς καὶ τὴν ἄκραν ἑκόντες ἀφῶσι, πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῷ πελάγει τριβησομένους, ὥρᾳ θέρους νότον περιμένοντας.
Δίων δὲ τὴν ἐγγὺς τῶν πολεμίων ἀπόβασιν δεδιὼς καὶ τῶν πρόσω μᾶλλον ἅψασθαι βουλόμενος παρέπλευσε τὸν Πάχυνον.
ἐκ δὲ τούτου τραχὺς μὲν ἀπαρκτίας ἐπιπεσὼν ἤλαυνε πολλῷ κλύδωνι τὰς ναῦς ἀπὸ τῆς Σικελίας, ἀστραπαὶ δὲ καὶ βρονταὶ φανέντος Ἀρκτούρου συμπεσοῦσαι πολὺν ἐξ οὐρανοῦ χειμῶνα καὶ ῥαγδαῖον ὄμβρον ἐξέχεαν·