Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ὡς δʼ ἀπήντησαν ἀλλήλοις οἱ ἡγεμόνες καὶ ἠσπάσαντο, Δίων μὲν ἀπέδωκε τὴν πόλιν Συνάλῳ, οὐδὲν ἀδικήσας, Σύναλος δὲ τοὺς στρατιώτας ἐξένιζε καὶ συμπαρεσκεύαζεν ὧν Δίων ἐδεῖτο.
μάλιστα δʼ αὐτοὺς ἐθάρρυνε τὸ συμβεβηκὸς αὐτομάτως περὶ τὴν ἀποδημίαν τοῦ Διονυσίου· νεωστὶ γὰρ ἐκπεπλευκὼς ἐτύγχανεν ὀγδοήκοντα ναυσὶν εἰς τὴν Ἰταλίαν.
διὸ καὶ τοῦ Δίωνος παρακαλοῦντος ἐνταῦθα τοὺς στρατιώτας
p.56
ἀναλαμβάνειν πολὺν χρόνον ἐν τῇ θαλάσσῃ κεκακωμένους, οὐχ ὑπέμειναν αὐτοὶ σπεύδοντες ἁρπάσαι τὸν καιρόν, ἀλλʼ ἐκέλευον ἡγεῖσθαι τὸν Δίωνα πρὸς τὰς Συρακούσας. ἀποσκευασάμενος οὖν τὰ περιόντα τῶν ὅπλων καὶ τῶν φορτίων ἐκεῖ, καὶ τοῦ Συνάλου δεηθεὶς, ὅταν ᾖ καιρὸς, ἀποστεῖλαι πρὸς αὐτόν, ἐβάδιζεν ἐπὶ τὰς Συρακούσας.